Πορεύθητι πρὸς τὴν μέλισσαν αλλά γε πρός τήν μέλισσαν άπελθε, τά ταύτης έργα κατανοών. Καὶ μάθε ὡς ἐργάτις ἐστὶ τήν τε ἐργασίαν ὡς σεμνὴν ποιεῖται·
Και γνώθε ότι καί αυτήν εργάζεται, καί τό έργον αυτής αποτελεί εντιμώτατον.
Ής τοὺς πόνους βασιλεῖς καὶ ἰδιῶται πρὸς ὑγίειαν προσφέρονται·
Τοίς δε κατά φύσιν εμμελεστάτοις έργοις αυτής, ενδοξοί τε καί άδοξοι πρός ίασιν χρώνται νοσημάτων παντοδαπών.
Ποθεινὴ δέ ἐστι πᾶσι καὶ ἐπίδοξος· καί περ οὖσα τῇ ρώμῃ ἀσθενής, τὴν σοφίαν τιμήσασα προήχθη.
Υπό πάντων τέ αγαπάται ομού, καί διά θαύματος άγεται.
Καί είς τή δυνάμει εστίν αδρανής, άλλ΄ ότι παρά τού πάντων δεσπότου Θεού φύσει το σοφόν εκληρώσατο, προτιμητέα τών.